Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.84.3 | Hdt. 6.85.3 (English) | >>Hdt. 6.86α.4 |
6.85.1
τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται , ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων . Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω , καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν .
6.85.2 μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα , εἶπέ σφι Θεασίδης ὁ Λεωπρέπεος , ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ · “τί βουλεύεσθε ποιέειν , ἄνδρες Αἰγινῆται ; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν ; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται , ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν , ἢν ταῦτα πρήσσητε , πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι .”
6.85.3 ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς , ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε , ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας .
ch. 86
6.86.1
ch. 86α
6.86α.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.84.3 | Hdt. 6.85.3 (English) | >>Hdt. 6.86α.4 |